Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.39 Joseph. AJ 6.44 (English) >>Joseph. AJ 6.48

6.42συνελόντι δʼ εἰπεῖν, δουλεύσετε μετὰ πάντων τῶν ὑμετέρων τῷ βασιλεῖ σὺν τοῖς αὑτῶν οἰκέταις· ὃς γενόμενος μνήμην ὑμῖν τῶνδε τῶν λόγων γεννήσει καὶ τῷ πάσχειν αὐτὰ μεταγινώσκοντας ἱκετεῦσαι τὸν θεὸν ἐλεῆσαί τε ὑμᾶς καὶ δωρήσασθαι ταχεῖαν ἀπαλλαγὴν τῶν βασιλέων· δʼ οὐ προσδέξεται τὰς δεήσεις, ἀλλὰ παραπέμψας ἐάσει δίκην ὑποσχεῖν ὑμᾶς τῆς αὑτῶν κακοβουλίας.” 6.43

Ἦν δʼ ἄρα καὶ πρὸς τὰς προρρήσεις τῶν συμβησομένων ἀνόητον τὸ πλῆθος καὶ δύσκολον ἐξελεῖν τῆς διανοίας κρίσιν ἤδη παρὰ τῷ λογισμῷ καθιδρυμένην· οὐδὲ γὰρ ἐπεστράφησαν οὐδʼ ἐμέλησεν αὐτοῖς τῶν Σαμουήλου λόγων, ἀλλʼ ἐνέκειντο λιπαρῶς καὶ χειροτονεῖν ἠξίουν ἤδη τὸν βασιλέα καὶ μὴ φροντίζειν τῶν ἐσομένων· 6.44ἐπὶ γὰρ τιμωρίᾳ τῶν ἐχθρῶν ἀνάγκη τὸν πολεμήσοντα σὺν αὑτοῖς ἔχειν, καὶ οὐδὲν ἄτοπον εἶναι τῶν πλησιοχώρων βασιλευομένων τὴν αὐτὴν ἔχειν αὐτοὺς πολιτείαν. ὁρῶν δʼ αὐτοὺς μηδʼ ὑπὸ τῶν προειρημένων ἀπεστραμμένους Σαμουῆλος, ἀλλʼ ἐπιμένονταςνῦν μὲν, εἶπεν, ἄπιτε πρὸς αὑτοὺς ἕκαστος, μεταπέμψομαι δὲ ὑμᾶς εἰς δέον, ὅταν μάθω παρὰ τοῦ θεοῦ τίνα δίδωσιν ὑμῖν βασιλέα.” 6.45

Ἦν δέ τις ἐκ τῆς Βενιαμίτιδος φυλῆς ἀνὴρ εὖ γεγονὼς καὶ ἀγαθὸς τὸ ἦθος, Κεὶς ὄνομα· τούτῳ παῖς ὑπῆρχεν, ἦν δὲ νεανίας τὴν μορφὴν ἄριστος καὶ τὸ σῶμα μέγας τό τε φρόνημα καὶ τὴν διάνοιαν ἀμείνων τῶν βλεπομένων· Σαοῦλον αὐτὸν ἐκάλουν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.39 Joseph. AJ 6.44 (English) >>Joseph. AJ 6.48

Powered by PhiloLogic